Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.231 Joseph. AJ 7.235 (English) >>Joseph. AJ 7.239

7.233ὡς δʼ ἐξαριθμήσας τοὺς σὺν αὐτῷ Δαυίδης περὶ τετρακισχιλίους εὗρεν ὄντας, οὐκ ἔγνω μένειν, πότʼ ἐπʼ αὐτὸν Ἀψάλωμος ἔλθῃ, προσθεὶς δὲ τοῖς οὖσι χιλιάρχους καὶ ἑκατοντάρχους καὶ διελὼν εἰς τρία μέρη τὸ μὲν τῷ στρατηγῷ παρέδωκεν Ἰωάβῳ, τὸ δὲ τῷ ἀδελφῷ αὐτοῦ Ἀβεσσαίῳ, τὴν δὲ τρίτην μοῖραν ἐνεχείρισεν Ἐσθαίῳ συνήθει μὲν ὄντι καὶ φίλῳ ἐκ δὲ τῆς Γιττῶν πόλεως ὑπάρχοντι. 7.234βουλόμενον δὲ συνεκστρατεύειν αὐτὸν οὐκ εἴασαν οἱ φίλοι γνώμῃ κατασχόντες σοφωτάτῃ· νικηθέντες μὲν γὰρ σὺν αὐτῷ πᾶσαν ἀποβαλεῖν ἐλπίδα χρηστὴν ἔφασκον, ἂν δὲ ἡττηθέντες ἑνὶ μέρει τῆς δυνάμεως τῷ λοιπῷ πρὸς αὐτὸν φύγωσιν ἀμείνονα παρασκευάσειν αὐτὸν ἰσχύν· ὑπονοήσειν δὲ καὶ τοὺς πολεμίους εἰκός ἐστιν ἄλλο μετʼ αὐτοῦ στράτευμα εἶναι. 7.235πεισθεὶς δὲ τῇ συμβουλίᾳ ταύτῃ μένειν μὲν αὐτὸς ἐν ταῖς Παρεμβολαῖς ἔκρινεν, ἐκπέμπων δὲ τοὺς φίλους καὶ τοὺς στρατηγοὺς ἐπὶ τὸν πόλεμον παρεκάλει προθυμίαν ἐναποδείξασθαι καὶ πίστιν καὶ μνήμην, εἴ τινος τῶν μετρίως ἐχόντων παρʼ αὐτοῦ ἔτυχον· φείσασθαι δὲ καὶ τοῦ παιδὸς Ἀψαλώμου κρατήσαντας ἠντιβόλει, μὴ κακὸν αὑτὸν ἐργάσηταί τι τελευτήσαντος αὐτοῦ. καὶ μὲν νίκην αὐτοῖς ἐπευξάμενος ἐκπέμπει τὴν στρατιάν. 7.236

Ἰωάβου δὲ παρατάξαντος τὴν δύναμιν ἀντικρὺ τῶν πολεμίων ἐν πεδίῳ μεγάλῳ ἐξόπισθεν περιβεβλημένῳ δρυμὸν ἀντεξάγει τὴν στρατιὰν καὶ Ἀψάλωμος. καὶ συμβολῆς γενομένης ἔργα μεγάλα χειρῶν τε καὶ τόλμης παρʼ ἀμφοτέρων ἐπεδείκνυτο, τῶν μὲν ὑπὲρ τοῦ τὴν βασιλείαν ἀπολαβεῖν Δαυίδην παρακινδυνευόντων καὶ πάσῃ προθυμίᾳ χρωμένων, τῶν δʼ ἵνα μὴ ταύτην Ἀψάλωμος ἀφαιρεθῇ καὶ δῷ τῷ πατρὶ δίκας κολασθεὶς ἀνθʼ ὧν ἐτόλμησεν οὐδὲν ὀκνούντων οὔτε ποιεῖν οὔτε πάσχειν,



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.231 Joseph. AJ 7.235 (English) >>Joseph. AJ 7.239

Powered by PhiloLogic